2 Chronicles 33:1 Cross References - Brenton_Greek

1 ΩΝ δεκαδύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ πεντηκονταπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

2 Kings 21:1-18

1 Υἱὸς δώδεκα ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀψιβά. 2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 3 Καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησε τὰ ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς. 4 Καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν, ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά μου. 5 Καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. 6 Καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησε τεμένη, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. 7 Καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλήμ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ Ἰσραὴλ, καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα, 8 καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵ τινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην, κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς. 9 Καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠφάνισε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.
10 Καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν, λέγων, 11 ἀνθʼ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν, 12 οὐχ οὕτως· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. 13 Καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ· καὶ ἀπαλείψω τὴν Ἱερουσαλὴμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ. 14 Καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν, 15 ἀνθʼ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης. 16 Καί γε αἷμα ἀθῷον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα ἕως οὗ ἔπλησε τὴν Ἱερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτε τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.
17 Καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ πάντα, ὅσα ἐποίησε, καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ τῷ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 18 Καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ ἐν κήπω Ὀζά· καὶ ἐβασίλευσεν Ἀμὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

1 Chronicles 3:13

13 Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,

2 Chronicles 32:33

33 Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Chronicles 34:1-2

1 ΩΝ ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά.

Ecclesiastes 10:16

16 Οὐαί σοι πόλις ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου πρωῒ ἐσθίουσι.

Isaiah 3:4

4 Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.

Isaiah 3:12

12 Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.