2 Chronicles 14 Cross References - Brenton_Greek

1 Καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ· ἐν ταῖς ἡμέραις Ἀσὰ ἡσύχασεν ἡ γῆ Ἰούδα δέκα ἔτη.
2 Καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 3 Καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση, 4 καὶ εἶπε τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν, καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς. 5 Καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε 6 πόλεις τειχήρεις ἐν γῇ Ἰούδα, ὅτι εἰρήνευσεν ἡ γῆ, καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ. 7 Καὶ εἶπε τῷ Ἰούδᾳ, οἰκοδομήσωμεν τὰς πόλεις ταύτας, καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐνώπιοω τῆς γῆς κυριεύσομεν· ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς, καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν, καὶ εὐώδωσεν ἡμῖν. 8 Καὶ ἐγένετο δύναμις τῷ Ἀσὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες, καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.
9 Καὶ ἐξῆλθεν ἐπʼ αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά. 10 Καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν αὐτῷ, καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βοῤῥᾶν Μαρισά. 11 Καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριο Θεὸν αὐτοῦ, καὶ εἶπε, Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. 12 Καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες, 13 καὶ κατεδίωξεν αὐτοὺς Ἀσὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά. 14 Καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδὼρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτοὺς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς. 15 Καί γε σκηνὰς κτήσεων, τοὺς Ἀλιμαζονεῖς ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλήμ.

1 Kings 2:10

10 Καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυίδ.

1 Kings 14:31

31 Καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀβιοὺ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

1 Kings 15:8-24

8 Καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἱεροβοὰμ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
9 Ἐν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν· 10 Καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνὰ, θυγάτηρ Ἀβεσσαλώμ. 11 Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 12 Καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 13 Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ Κέδρων. 14 Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ. 15 Καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ, καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου ἀργυροῦς καὶ χρυσοῦς, καὶ σκεύη.
16 Καὶ πόλεμος ἦν ἀναμέσον Ἀσὰ καὶ ἀναμέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας αὐτῶν. 17 Καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.
18 Καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμὰ υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ, λέγων, 19 διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο, διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται ἀπʼ ἐμοῦ. 20 Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ Ἰσραὴλ, καὶ ἐπάταξαν τὴν Ἀῒν, τὴν Δὰν, καὶ τὴν Ἀβὲλ οἴκου Μααχὰ καὶ πᾶσαν τὴν Χεννερὲθ, ἕως πάσης τῆς γῆς Νεφθαλί. 21 Καὶ ἐγένετο ὡς ἤκουσε Βαασὰ, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ ἀνέστρεψεν εἰς Θερσά.
22 Καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλε παντὶ Ἰούδα εἰς ἐνακὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ῥαμὰ, καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασά· καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν.
23 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησε, καὶ τὰς πόλεις, ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ. 24 Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ πατρὸς αὐτοῦ· καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

1 Chronicles 3:10

10 Υἱοὶ Σαλωμὼν, Ῥοβοὰμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,

2 Chronicles 9:31

31 Καὶ ἐκοιμήθη Σαλωμὼν, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

1 Kings 15:11

11 Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

1 Kings 15:14

14 Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.

2 Chronicles 31:20

20 Καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδᾳ, καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ Κυρίου Θεοῦ αὐτοῦ.

Exodus 34:13

13 Τούς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τάς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί.

Leviticus 26:30

30 Καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν.

Deuteronomy 7:5

5 Ἀλλʼ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί.

Deuteronomy 7:25

25 Τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον, οὐδὲ χρυσίον ἀπʼ αὐτῶν σὺ λήψῃ σεαυτῷ, μὴ πταίσῃς διʼ αὐτὸ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι.

Judges 6:25-28

25 Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ Κύριος, λάβε τὸν μόσχον τὸν ταῦρον ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτὸ ὀλοθρεύσεις. 26 Καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν Μαωζι τούτου ἐν τῇ παρατάξει· καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον, καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐξολοθρεύσεις. 27 Καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ, καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός.
28 Καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τοπρωΐ· καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ ὠλόθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.

1 Kings 11:7-8

7 Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν, 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

1 Kings 14:22-24

22 Καὶ ἐποίησε Ῥοβοὰμ τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτῶν ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον. 23 Καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου συσκίου. 24 Καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

1 Kings 15:12-14

12 Καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 13 Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ Κέδρων. 14 Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.

2 Kings 18:4

4 Αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.

2 Kings 23:6

6 Καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἱερουσαλὴμ εἰς τὸν χειμάῤῥουν Κέδρων, καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάῤῥῳ Κέδρων, καὶ ἐλέπτυνεν εἰς χοῦν· καὶ ἔῤῥιψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.

2 Kings 23:14

14 Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.

2 Chronicles 15:17

17 Πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλʼ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.

2 Chronicles 34:4

4 Καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ, καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν· καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, καὶ τὰ χωνευτὰ συνέτριψε, καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς.

Genesis 18:19

19 Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετʼ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.

Joshua 24:15

15 Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤῥαίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.

1 Samuel 3:13

13 Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτος.

2 Chronicles 11:16

16 Καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν Ἰσραήλ· καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.

2 Chronicles 29:21

21 Καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ Ἰσραὴλ· καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.

2 Chronicles 29:27

27 Καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν, ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως Ἰσραήλ.

2 Chronicles 29:30

30 Καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις, ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ, καὶ ἔπεσον καὶ προσεκύνησαν.

2 Chronicles 30:12

12 Καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν, τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου.

2 Chronicles 30:19

19 Κύριος ἀγαθὸς ἐξιλάσθω ὑπὲρ πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.

2 Chronicles 33:16

16 Καὶ κατώρθωσε τὸ θυσιαστήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπʼ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως· καὶ εἶπε τῷ Ἰούδᾳ, τοῦ δουλεύειν Κυρίῳ Θεῷ Ἰσραήλ.

2 Chronicles 34:32-33

32 Καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ Βενιαμίν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἱερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν.
33 Καὶ περιεῖλεν Ἰωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν Ἰσραὴλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ ἐν Ἰσραὴλ, τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου Θεοῦ πατέρων αὐτοῦ.

Ezra 10:7-12

7 Καὶ παρήνεγκαν φωνὴν ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας, τοῦ συναθροισθῆναι εἰς Ἱερουαλήμ. 8 Πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.
9 Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμὶν εἰς Ἱερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας· οὗτος ὁ μὴν ὁ ἔννατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος, καὶ ἀπὸ τοῦ χειμῶνος. 10 Καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἠσυνθετήκατε, καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ. 11 Καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
12 Καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία, καὶ εἶπαν, μέγα τοῦτο τὸ ῥῆμά σου ἐφʼ ἡμᾶς ποιῆσαι.

Nehemiah 10:29-39

29 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, καὶ κατηράσαντο αὐτοὺς, καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου, καὶ τὰ κρίματα αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ· 30 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν. 31 Καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρʼ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον, καὶ ἀπαίτησιν πάσης χειρός.
32 Καὶ στήσομεν ἐφʼ ἡμᾶς ἐντολὰς δοῦναι ἐφʼ ἡμᾶς τρίτον τοῦ διδράχμου κατʼ ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν, 33 εἰς ἄρτους τοῦ προσώπου, καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ Ἰσραὴλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν.
34 Καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαὸς, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ· 35 καὶ ἐνέγκαι τὰ πρωτογεννήματα τῆς γῆς ἡμῶν, καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον Κυρίου, 36 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν. 37 Καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν, καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου, καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις· καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν. 38 Καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ἀαρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον Θεοῦ. 39 Ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες· καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.

Nehemiah 13:9

9 Καὶ εἶπα, καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια· καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰ καὶ τὸν λίβανον.

Nehemiah 13:19-22

19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν Ἱερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα, καὶ ἔκλεισαν τὰς πύλας· καὶ εἶπα, ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20 Καὶ ηὐλίσθησαν πάντες, καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἱερουσαλὴμ ἅπαξ καὶ δίς. 21 Καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς, καὶ εἶπα πρὸς αὐτοὺς, διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν· ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22 Καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου.
Πρὸς ταῦτα μνήσθητί μου ὁ Θεὸς, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.

Psalms 101:2-8

2 Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. 3 Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή, 4 ἐκκλίνοντος ἀπʼ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. 5 Τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. 6 Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετʼ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 7 Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. 8 Εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Psalms 119:10

10 Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.

Isaiah 55:6-7

6 Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε· ἡνίκα δʼ ἂν ἐγγίζη ὑμῖν, 7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.

Amos 5:4

4 Διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραὴλ, ἐκζητήσατέ με, καὶ ζήσεσθε.

2 Chronicles 34:7

7 Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.

Joshua 23:1

1 Καὶ ἐγένετο μεθʼ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις.

Judges 3:11

11 Καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.

Judges 3:30

30 Καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραὴλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε.

Judges 5:31

31 Οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν, ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ.
Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.

1 Kings 5:4

4 Καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν, οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.

1 Chronicles 22:9

9 Ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ.

2 Chronicles 8:2-6

2 καὶ τὰς πόλεις ἃς ἔδωκε Χιρὰμ τῷ Σαλωμὼν, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν, καὶ κατῴκισεν ἐκεῖ τοὺς υἰοὺς Ἰσραήλ.
3 Καὶ ἦλθε Σαλωμὼν εἰς Βαισωβὰ, καὶ κατίσχυσεν αὐτήν. 4 Καὶ ᾠκοδόμησε τὴν Θοεδμὸρ ἐν τῇ ἐρήμῳ, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς ἃς ᾠκοδόμησεν ἐν Ἡμάθ. 5 Καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω, πόλεις ὀχυράς· τείχη, πύλαι, καὶ μοχλοί· 6 Καὶ τὴν Βααλὰθ, καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἦσαν τῷ Σαλωμὼν, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ τὰς πόλεις τῶν ἱππέων· καὶ ὅσα ἐπεθύμησε Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ, καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.

2 Chronicles 11:5-12

5 Καὶ κατῴκησε Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ, καὶ ᾠκοδόμησε πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ. 6 Καὶ ᾠκοδόμησε τὴν Βηθλεὲμ, καὶ Αἰτὰν, καὶ Θεκωὲ, 7 καὶ Βαιθσουρὰ, καὶ τὴν Σοχὼθ, καὶ τὴν Ὀδολλὰμ, 8 καὶ τὴν Γὲθ, καὶ τὴν Μαρισὰν, καὶ τὴν Ζὶφ, 9 καὶ τὴν Ἀδωραὶ, καὶ Λαχὶς, καὶ τὴν Ἀζηκά, 10 καὶ τὴν Σαραὰ, καὶ τὴν Αἰλὼμ, καὶ τὴν Χεβρών, ἥ ἐστι τοῦ Ἰούδα καὶ Βενιαμίν, πόλεις τειχήρεις. 11 Καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους, καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, 12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ Ἰούδα καὶ Βενιαμίν.

2 Chronicles 15:15

15 Καὶ ηὐφράνθησαν πᾶς Ἰούδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν, καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτὸν· καὶ εὑρέθη αὐτοῖς, καὶ κατέπαυσε Κύριος αὐτοῖς κυκλόθεν.

Job 34:29

29 Καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους, καὶ κατὰ ἀνθρώπου ὁμοῦ·

Psalms 46:9

9 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.

1 Chronicles 28:9

9 Καὶ νῦν Σαλωμὼν υἱὲ, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος, καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.

2 Chronicles 8:5

5 Καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω, πόλεις ὀχυράς· τείχη, πύλαι, καὶ μοχλοί·

2 Chronicles 14:4

4 καὶ εἶπε τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν, καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς.

2 Chronicles 14:6

6 πόλεις τειχήρεις ἐν γῇ Ἰούδα, ὅτι εἰρήνευσεν ἡ γῆ, καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ.

2 Chronicles 32:5

5 Καὶ κατίσχυσεν Ἐζεκίας, καὶ ᾠκοδόμησε πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον, καὶ πύργους, καὶ ἔξω προτείχισμα ἄλλο, καὶ κατίσχυσε τὸ ἀνάλημμα τῆς πόλεως Δαυὶδ, καὶ κατεσκεύασεν ὅπλα πολλά.

Psalms 105:3-4

3 Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. 4 Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.

Jeremiah 29:12-14

12 Καὶ προσεύξασθε πρὸς μὲ, καὶ εἰσακούσομαι ὑμῶν. 13 Καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με· ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, 14 καὶ ἐπιφανοῦμαι ὑμῖν·

2 Chronicles 11:1

1 Καὶ ἦλθε Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ, καὶ ἐξεκκλησίασε τὸν Ἰούδαν καὶ Βενιαμὶν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ.

2 Chronicles 13:3

3 Καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν· καὶ Ἱεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως.

2 Chronicles 17:14-19

14 Καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ Ἰούδᾳ χιλίαρχοι, Ἔδνας ὁ ἄρχων, καὶ μετʼ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες· 15 Καὶ μετʼ αὐτὸν, Ἰωανὰν ὁ ἡγούμενος, καὶ μετʼ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες· 16 Καὶ μετʼ αὐτὸν Ἀμασίας ὁ τοῦ Ζαρί, ὁ προθυμούμενος τῷ Κυρίῳ, καὶ μετʼ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως. 17 Καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως καὶ Ἐλιαδὰ, καὶ μετʼ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες· 18 Καὶ μετʼ αὐτὸν Ἰωζαβὰδ, καὶ μετʼ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου. 19 Οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.

2 Chronicles 25:5

5 Καὶ συνήγαγεν Ἀμασίας τὸν οἶκον Ἰούδα, καὶ ἀνέστησεν αὐτοὺς κατʼ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ἰούδᾳ καὶ Ἱερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας ἐξελθεῖν εἰς πόλεμον δυνατοὺς κρατοῦντας δόρυ καὶ θυρεόν.

Joshua 15:44

44 καὶ Κεϊλὰμ, καὶ Ἀκιεζὶ, καὶ Κεζὶβ, καὶ Βαθησὰ, ρ καὶ Αἰλώμ· πόλεις δέκα, καὶ αἱ κῶμαι αὐτῶν·

2 Kings 19:9

9 Καὶ ἤκουσε περὶ Θαρακὰ βασιλέως Αἰθιόπων, λέγων, ἰδοὺ ἐξῆλθε πολεμεῖν μετὰ σοῦ· καὶ ἐπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων,

2 Chronicles 11:8

8 καὶ τὴν Γὲθ, καὶ τὴν Μαρισὰν, καὶ τὴν Ζὶφ,

2 Chronicles 12:2-3

2 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ῥοβοὰμ, ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου, 3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετʼ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται, καὶ Αἰθίοπες.

2 Chronicles 16:8

8 Οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν, εἰς θάρσος, εἰς ἱππεῖς, εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς χεῖράς σου;

Isaiah 8:9-10

9 Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10 Καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ Θεὸς.

Ezekiel 30:5

5 Πέρσαι, καὶ Κρῆτες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

Micah 1:15

15 ἕως τοὺς κληρονόμους ἀγάγωσι, κατοικοῦσα Λαχείς· κληρονομία, ἕως Ὀδολλὰμ ἥξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.

Joshua 19:4

4 καὶ Ἐρθουλὰ, καὶ Βουλὰ, καὶ Ἑρμᾶ,

Judges 1:17

17 καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέθ, καὶ ἐξωλόθρευσαν αὐτους· καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως, Ἀνάθεμα.

Exodus 14:10

10 Καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν· καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον.

Leviticus 26:8

8 Καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ.

Deuteronomy 32:27

27 Εἰ μὴ διʼ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι· μὴ εἴπωσιν, ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ, καὶ οὐχὶ Κύριος, ἐποίησε ταῦτα πάντα.

Deuteronomy 32:30

30 Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεός ἀπέδοτο αὐτοὺς, καὶ Κύριος παρέδωκεν αὐτούς;

Deuteronomy 32:36

36 Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς, καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ, καὶ παρειμένους·

Joshua 7:8-9

8 Καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; 9 Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περικυκλώσουσιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;

Judges 7:7

7 Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς, καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τόν τόπον αὐτοῦ.

1 Samuel 2:9

9 διδοὺς εὐχὴν τῷ εὐχομένῳ· καὶ εὐλόγησεν ἔτη δικαίου, ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ.

1 Samuel 14:6

6 Καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, δεῦρο, διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι Κύριος ἡμῖν, ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.

1 Samuel 17:35-36

35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ· καὶ εἰ ἐπανίστατο ἐπʼ ἐμὲ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐπάταξα, καὶ ἐθανάτωσα αὐτόν. 36 Καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ἰσραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;

1 Samuel 17:45-46

45 Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον, σὺ ἔρχῃ πρὸς μὲ ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Θεοῦ σαβαὼθ παρατάξεως Ἰσραὴλ, ἣν ὠνείδισας σήμερον, 46 καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν Ἰσραήλ.

1 Kings 20:27-30

27 Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπεσκέπησαν, καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν· καὶ παρενέβαλεν Ἰσραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν· καὶ Συρία ἔπλησε τὴν γῆν.
28 Καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. 29 Καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. 30 Καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Ἀφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων· καὶ υἱὸς Ἄδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον.

1 Chronicles 5:20

20 καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγαραῖοι, καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπʼ αὐτόν.

2 Chronicles 13:12

12 Καὶ ἰδοὺ μεθʼ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφʼ ἡμᾶς. Οἱ υἱοὶ τοῦ Ἰσραὴλ, μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.

2 Chronicles 13:14

14 Καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι.

2 Chronicles 13:18

18 Καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.

2 Chronicles 18:31

31 Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ, καὶ αὐτοὶ εἶπαν, βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφὰτ, καὶ Κύριος ἔσωσεν αὐτὸν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπʼ αὐτοῦ.

2 Chronicles 20:12

12 Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφʼ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλʼ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

2 Chronicles 32:8

8 Μετα αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν· καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.

2 Chronicles 32:20

20 Καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.

Psalms 9:19

19 Ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.

Psalms 18:6

6 Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.

Psalms 20:5

5 Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.

Psalms 20:7

7 Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

Psalms 22:5

5 Πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.

Psalms 34:6

6 Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν παροικιῶν αὐτοῦ ἔσωσεν αὐτόν.

Psalms 37:5

5 Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, καὶ αὐτὸς ποιήσει.

Psalms 50:15

15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με· διάψαλμα.

Psalms 79:9-10

9 Βοήθησον ἡμῖν ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου Κύριε ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου. 10 Μή ποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.

Psalms 91:15

15 Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.

Psalms 120:1

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.

Proverbs 18:10

10 Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.

Isaiah 2:22

Isaiah 26:3-4

3 ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἐλπίδι 4 ἤλπισαν Κύριε ἕως τοῦ αἰῶνος, ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος,

Isaiah 26:13

13 Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.

Isaiah 40:29-31

29 διδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. 30 Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. 31 Οἱ δὲ ὑπομένοντες τὸν Θεὸν, ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Isaiah 41:10-14

10 Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.
11 Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. 12 Ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. 13 Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι, 14 μὴ φοβοῦ Ἰακὼβ ὀλιγοστὸς Ἰσραὴλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός σου, ὁ λυτρούμενός σε Ἰσραήλ.

Jeremiah 1:19

19 Καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ διότι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.

Amos 5:9

9 ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.

Zechariah 2:8

8 Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.

Exodus 14:25

25 καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας· καὶ εἶπαν οἱ Αἰγύπτιοι, φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.

Deuteronomy 28:7

7 Παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.

Deuteronomy 32:39

39 Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.

Joshua 10:10

10 Καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών· καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶν, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά.

2 Chronicles 13:15

15 Καὶ ἐβόησαν ἄνδρες Ἰούδα· καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰούδα, καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα.

2 Chronicles 20:22

22 Καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως, ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν.

Psalms 60:12

12 Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

Psalms 136:17-18

17 Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 18 Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Genesis 10:1

1 Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

Genesis 10:19

19 Καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά.

Genesis 20:1

1 Καὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰ γῆν πρὸς λίβα· καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σούρ· καὶ παρῴκησεν ἐν Γεράροις.

Genesis 26:1

1 Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ Ἁβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.

Joshua 5:14

14 Ὁ δὲ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;

1 Samuel 25:28

28 Ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστὸν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.

1 Chronicles 12:22

22 ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ.

2 Chronicles 14:14

14 Καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδὼρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτοὺς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς.

Job 6:9

9 Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.

Job 9:4

4 Σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;

Psalms 108:11

11 Οὐχὶ σύ, ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν;

Genesis 35:5

5 Καὶ ἐξῇρεν Ἰσραὴλ ἐκ Σικίμων· καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.

Deuteronomy 2:25

25 Ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου.

Joshua 2:9-11

9 καὶ εἶπε πρὸς αὐτοὺς, ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν· ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφʼ ἡμᾶς. 10 Ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησε τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ Ὤγ, οὓς ἐξωλοθρεύσατε αὐτούς. 11 Καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.

Joshua 2:24

24 Καὶ εἶπαν πρὸς Ἰησοῦν, ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφʼ ἡμῶν.

Joshua 5:1

1 Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν Ἰορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι, καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

Judges 14:19

19 Καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα, καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας, καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν, καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. Καὶ ὠργίσθη θυμῷ Σαμψὼν, καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.

1 Samuel 14:15

15 Καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ· καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ, καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου.

2 Kings 7:6-8

6 Καὶ Κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ, νῦν ἐμισθώσατο ἐφʼ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφʼ ἡμᾶς. 7 Καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν, καὶ τοὺς ἵππους αὐτῶν, καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὥς ἐστι, καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.
8 Καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς, καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν, καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ᾖραν ἐκεῖθεν ἀργύριον, καὶ χρυσίον, καὶ ἱματισμόν· καὶ ἐπορεύθησαν, καὶ ἐπέστρεψαν ἐκεῖθεν, καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην, καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν, καὶ κατέκρυψαν.

2 Kings 7:16

16 Καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας· καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.

2 Chronicles 17:10

10 Καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ Ἰούδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφάτ.

2 Chronicles 20:25

25 Καὶ ἐξῆλθεν Ἰωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν, καὶ εὗρον κτήνη πολλὰ, καὶ ἀποσκευὴν, καὶ σκῦλα, καὶ σκεύη ἐπιθυμητὰ, καὶ ἐσκύλευσαν ἐν αὐτοῖς· καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.

2 Chronicles 20:29

29 Καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς, ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι Κύριος ἐπολέμησε πρὸς τοὺς ὑπεναντίους Ἰσραήλ·

Job 15:21

21 Ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.

Psalms 48:5-6

5 Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, 6 τρόμος ἐπελάβετο αὐτῶν· ἐκεῖ ὠδῖνες ὡς τικτούσης.

Psalms 68:12

12 ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

Isaiah 31:9

9 πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι, καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται· τάδε λέγει Κύριος, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ.

Isaiah 33:23

23 Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι,

Numbers 31:9

9 Καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιὰν, καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν, καὶ πάντα τὰ ἔγκτητα αὐτῶν· καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·

Numbers 31:30-47

30 Καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήψῃ ἕνα ἀπὸ πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀπὸ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, καὶ ἀπὸ τῶν ὄνων, καὶ ἀπὸ πάντων τῶν κτηνῶν· καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου.
31 Καὶ ἐποίησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 32 Καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ προενόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ, ἀπὸ τῶν προβάτων, ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες· 33 Καὶ βόες, δύο καὶ ἑβδομήκοντα χιλιάδες· 34 Καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες· 35 Καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρὸς, πᾶσαι ψυχαὶ, δύο καὶ τριάκοντα χιλιάδες. 36 Καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων, τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια. 37 Καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων, ἑξακόσιαι ἑβδομήκοντα πέντε· 38 Καὶ βόες, ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ, δύο καὶ ἑβδομήκοντα· 39 Καὶ ὄνοι, τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος Κυρίῳ, εἷς καὶ ἑξήκοντα· 40 Καὶ ψυχαὶ ἀνθρώπων, ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν Κυρίῳ, δύο καὶ τριάκοντα ψυχαί.
41 Καὶ ἔδωκε Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ Θεοῦ Ἐλεάζαρ τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ· 42 ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ, οὓς διεῖλε Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν. 43 Καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων, τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια· 44 Καὶ βόες, ἓξ καὶ τριάκοντα χιλιάδες· 45 Ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· 46 Καὶ ψυχαὶ ἀνθρώπων, ἓξ καὶ δέκα χιλιάδες. 47 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς τῆς σκηνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

1 Samuel 30:20

20 Καὶ ἔλαβε πάντα τὰ ποίμνια, καὶ τὰ βουκόλια, καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο, ταῦτα τὰ σκῦλα Δαυίδ.

1 Chronicles 4:41

41 Καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπʼ ὀνόματος ἐν ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα, καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· καὶ ᾤκησαν ἀντʼ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.

1 Chronicles 5:21

21 Καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.