1 Kings 2:39 Cross References - Brenton_Greek

39 Καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη, καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεῒ πρὸς Ἀγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεῒ, λέγοντες, ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.

1 Samuel 21:10

10 Καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ, καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ· Καὶ ἦλθε Δαυὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ.

1 Samuel 27:2-3

2 Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ, καὶ ἐπορεύθη πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ. 3 Καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινὰαχ Ἰεζραηλῖτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.