1 Chronicles 9:27 Cross References - Brenton_Greek

27 ὅτι ἐπʼ αὐτοὺς ἡ φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τοπρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

1 Samuel 3:15

15 Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ, καὶ ὤρθρισε τοπρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν.

1 Chronicles 23:30-32

30 καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτω τεσπέρας· 31 Καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμὸν, κατὰ τὴν κρίσιν ἐπʼ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ. 32 Καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὴν φυλακὴν τοῦ ἁγίου, καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.

Malachi 1:10

10 Διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.