1 Chronicles 6:80 Cross References - Brenton_Greek

80 Ἐκ φυλῆς Γὰδ τὴν Ῥαμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μααναῒμ καὶ τὰ περισπόρια αὐτῆς,

Genesis 32:2

2 Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτοὺς, παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.

Joshua 21:38-39

38 37 Καὶ ἀπὸ τῆς φυλῆς Γὰδ, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ, καὶ τὰ περισπόρια αὐτῆς· τὴν Καμὶν, καὶ τὰ περισπόρια αὐτῆς· 39 καὶ τὴν Ἐσεβὼν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Ἰαζὴρ, καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις τέσσαρες.

2 Samuel 17:24

24 Καὶ Δαυὶδ διῆλθεν εἰς Μαναΐμ· καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετʼ αὐτοῦ.

2 Samuel 17:27

27 Καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναῒμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ, καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ῥωγελλὶμ,

2 Samuel 19:32

32 καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναῒμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.

1 Kings 22:3-28

3 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαὰδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἀναβήσῃ μεθʼ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον; 5 Καὶ εἶπεν Ἰωσαφὰτ, καθὼς ἐγὼ, καὶ σὺ οὕτως· καθὼς ὁ λαός μου, ὁ λαός σου· καθὼς οἱ ἵπποι μου, οἱ ἵπποι σου.
Καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραὴλ, ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον. 6 Καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας, ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπον, ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
7 Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου, καὶ ἐπερωτήσομεν τὸν Κύριον διʼ αὐτοῦ; 8 Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι διʼ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτὸν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλʼ ἢ κακά, Μιχαίας υἱὸς Ἰεμβλαά. Καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.
9 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα, καὶ εἶπε, τοτάχος Μιχαίαν υἱὸν Ἰεμβλαά. 10 Καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας· καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. 11 Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ. 12 Καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως, λέγοντες, ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαὰδ, καὶ εὐοδώσει, καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.
13 Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως, γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά. 14 Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρὸς μὲ, ταῦτα λαλήσω.
15 Καὶ ἦλθε πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς, Μιχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 16 Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου; 17 Καὶ εἶπε, οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω.
18 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, οὐκ εἶπα πρός σε, ὅτι οὐ προφητεύει οὗτός μοι καλὰ, διότι ἀλλʼ ἢ κακά; 19 Καὶ εἶπε Μιχαίας, οὐχ οὕτως· οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως. Εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ. 20 Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος οὕτως. 21 Καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν. 22 Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἐν τίνι; καὶ εἶπεν, ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν, ἀπατήσεις, καί γε δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως. 23 Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
24 Καὶ προσῆλθε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπε, ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί; 25 Καὶ εἶπε Μιχαίας, ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμιεῖον τοῦ ταμιείου τοῦ κρυβῆναι ἐκεῖ. 26 Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν, καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως 27 εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28 Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.

2 Kings 9:1

1 Καὶ Ἑλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν, καὶ εἶπεν αὐτῷ, ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.

1 Chronicles 6:73

73 καὶ τὴν Ῥαμὼθ, καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.