1 Chronicles 14:8 Cross References - Brenton_Greek

8 Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ· καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς·

1 Samuel 21:11

11 Καὶ εἶπον οἱ παῖδες Ἀγχοῦς πρὸς αὐτὸν, οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι, λέγουσαι, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;

2 Samuel 5:3

3 Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου· καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.

2 Samuel 5:17-25

17 Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ, καὶ κατέβη εἰς τὴν περιοχήν. 18 Καὶ οἱ ἀλλόφυλοι παραγίνονται, καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων.
19 Καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου, λέγων, εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους, καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυὶδ, ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου. 20 Καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν, καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ· καὶ εἶπε Δαυὶδ, διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν. 21 Καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ.
22 Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων. 23 Καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου· καὶ εἶπε Κύριος, οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος. 24 Καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτοὺς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων. 25 Καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.

1 Chronicles 11:3

3 Καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών· καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου· καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Σαμουήλ.

Psalms 2:1-6

1 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.