1 Chronicles 12:4 Cross References - Brenton_Greek

4 καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα, καὶ ἐπὶ τῶν τριάκοντα Ἱερεμία, καὶ Ἰεζιὴλ, καὶ Ἰωανὰν, καὶ Ἰωζαβὰθ, ὁ Γαδαραθιῒμ,

Joshua 9:3

3 Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί.

Joshua 9:17-23

17 Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼτ, καὶ πόλεις Ἰαρίν. 18 Καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.
19 Καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇλ, ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν. 20 Τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτοὺς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθʼ̓ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς. 21 Ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
22 Καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς, διατί παρελογίσασθέ με, λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμὲν σφόδρα· ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν; 23 Καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος, οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.

Joshua 15:36

36 καὶ Σακαρὶμ, καὶ Γάδηρα, καὶ αἱ ἐπαύλεις αὐτῆς· πόλεις δεκατέσσαρες, καὶ αἱ κῶμαι αὐτῶν.

1 Chronicles 11:15

15 Καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλὰμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.