Matthew 13:16 Cross References - BGB

16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.

Matthew 5:3-11

3 “Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.4 Μακάριοι οἱ πενθοῦντες, Ὅτι αὐτοὶ παρακληθήσονται.5 Μακάριοι οἱ πραεῖς, Ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, Ὅτι αὐτοὶ χορτασθήσονται.7 Μακάριοι οἱ ἐλεήμονες, Ὅτι αὐτοὶ ἐλεηθήσονται.8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, Ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.9 Μακάριοι οἱ εἰρηνοποιοί, Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.11 Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Matthew 16:17

17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ “Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.

Luke 2:29-30

29 “Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,

Luke 10:23-24

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν “Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.”

John 20:29

29 Λέγει αὐτῷ ὁ Ἰησοῦς “Ὅτι ἑώρακάς με, πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.”

Acts 26:18

18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.’

2 Corinthians 4:6

6 ὅτι ὁ Θεὸς ὁ εἰπών “Ἐκ σκότους φῶς λάμψει,” ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ [Ἰησοῦ] Χριστοῦ.

Ephesians 1:17-18

17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.