Matthew 5:3-12

Stephanus(i) 3 μακαριοι οι πτωχοι τω πνευματι οτι αυτων εστιν η βασιλεια των ουρανων 4 μακαριοι οι πενθουντες οτι αυτοι παρακληθησονται 5 μακαριοι οι πραεις οτι αυτοι κληρονομησουσιν την γην 6 μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνην οτι αυτοι χορτασθησονται 7 μακαριοι οι ελεημονες οτι αυτοι ελεηθησονται 8 μακαριοι οι καθαροι τη καρδια οτι αυτοι τον θεον οψονται 9 μακαριοι οι ειρηνοποιοι οτι αυτοι υιοι θεου κληθησονται 10 μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνης οτι αυτων εστιν η βασιλεια των ουρανων 11 μακαριοι εστε οταν ονειδισωσιν υμας και διωξωσιν και ειπωσιν παν πονηρον ρημα καθ υμων ψευδομενοι ενεκεν εμου 12 χαιρετε και αγαλλιασθε οτι ο μισθος υμων πολυς εν τοις ουρανοις ουτως γαρ εδιωξαν τους προφητας τους προ υμων