Matthew 23:8-12

Stephanus(i) 8 υμεις δε μη κληθητε ραββι εις γαρ εστιν υμων ο καθηγητης ο χριστος παντες δε υμεις αδελφοι εστε 9 και πατερα μη καλεσητε υμων επι της γης εις γαρ εστιν ο πατηρ υμων ο εν τοις ουρανοις 10 μηδε κληθητε καθηγηται εις γαρ υμων εστιν ο καθηγητης ο χριστος 11 ο δε μειζων υμων εσται υμων διακονος 12 οστις δε υψωσει εαυτον ταπεινωθησεται και οστις ταπεινωσει εαυτον υψωθησεται