John 7:47-52

Stephanus(i) 47 απεκριθησαν ουν αυτοις οι φαρισαιοι μη και υμεις πεπλανησθε 48 μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων 49 αλλ ο οχλος ουτος ο μη γινωσκων τον νομον επικαταρατοι εισιν 50 λεγει νικοδημος προς αυτους ο ελθων νυκτος προς αυτον εις ων εξ αυτων 51 μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση παρ αυτου προτερον και γνω τι ποιει 52 απεκριθησαν και ειπον αυτω μη και συ εκ της γαλιλαιας ει ερευνησον και ιδε οτι προφητης εκ της γαλιλαιας ουκ εγηγερται