Acts 12:14-16

Stephanus(i) 14 και επιγνουσα την φωνην του πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνος 15 οι δε προς αυτην ειπον μαινη η δε διισχυριζετο ουτως εχειν οι δ ελεγον ο αγγελος αυτου εστιν 16 ο δε πετρος επεμενεν κρουων ανοιξαντες δε ειδον αυτον και εξεστησαν