Titus 3:5-7

SBLGNT(i) 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ⸀ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ ⸂τὸ αὐτοῦ ἔλεος⸃ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, 6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι ⸀γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
SBL Greek NT Apparatus

5 ἃ WH Treg NIV ] ὧν RP • τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP