Romans 13:12-14

SBLGNT(i) 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ⸀ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ⸂ἐνδυσώμεθα δὲ⸃ τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
SBL Greek NT Apparatus

12 ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NIV RP • ἐνδυσώμεθα δὲ WH Treg NIV ] καὶ ἐνδυσώμεθα RP