Revelation 14:6-7

SBLGNT(i) 6 Καὶ εἶδον ⸀ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ⸀ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, 7 λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν ⸀θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε ⸂τῷ ποιήσαντι⸃ τὸν οὐρανὸν καὶ τὴν γῆν ⸀καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
SBL Greek NT Apparatus

6 ἄλλον WH Treg NIV ] – RP • ἐπὶ WH Treg NIV ] – RP
7 θεὸν WH Treg NIV ] κύριον RP • τῷ ποιήσαντι WH Treg NIV ] αὐτὸν τὸν ποιήσαντα RP• καὶ WH Treg NIV ] + τὴν RP