Revelation 11:15-18

SBLGNT(i) 15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ ⸀λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ ⸂θεοῦ καθήμενοι⸃ ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 17 λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, ⸂τοὺς μικροὺς καὶ τοὺς μεγάλους⸃, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
SBL Greek NT Apparatus

15 λέγοντες WH NIV ] λέγουσαι Treg RP
16 θεοῦ καθήμενοι WH NIV ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP
18 τοὺς μικροὺς καὶ τοὺς μεγάλους WH Treg NIV ] τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP