Philemon 1:9-12

SBLGNT(i) 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ Ἰησοῦ⸃— 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12 ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα⸃·
SBL Greek NT Apparatus

9 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
10 δεσμοῖς WH Treg NIV ] + μου RP
11 δὲ WH Treg RP ] + καὶ NIV
12 σοι αὐτόν … σπλάγχνα WH Treg NIV ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP