Matthew 26:51-53

SBLGNT(i) 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον ⸂τὴν μάχαιράν σου⸃ εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται· 53 ἢ δοκεῖς ὅτι οὐ ⸀δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ⸂ἄρτι πλείω⸃ δώδεκα λεγιῶνας ἀγγέλων;
SBL Greek NT Apparatus

52 τὴν μάχαιράν σου WH Treg NIV ] σου τὴν μάχαιραν RP • ἀπολοῦνται WH Treg NIV ] ἀποθανοῦνται RP
53 δύναμαι WH Treg NIV ] + ἄρτι RP • ἄρτι πλείω WH Treg NIV ] πλείους ἢ RP