Matthew 21:2-6

SBLGNT(i) 2 λέγων αὐτοῖς· ⸀Πορεύεσθε εἰς τὴν κώμην τὴν ⸀κατέναντι ὑμῶν, καὶ ⸀εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ⸀ἀγάγετέ μοι. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺς δὲ ⸀ἀποστελεῖ αὐτούς. 4 Τοῦτο ⸀δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· 5 Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. 6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς
SBL Greek NT Apparatus

2 Πορεύεσθε WH Treg NIV ] Πορεύθητε RP • κατέναντι WH Treg NIV ] ἀπέναντι RP • εὐθέως Treg NIV RP ] εὐθὺς WH • ἀγάγετέ WH NIV RP ] ἄγετέ Treg
3 εὐθὺς WH Treg NIV ] εὐθέως RP • ἀποστελεῖ WH Treg NIV ] ἀποστέλλει RP
4 δὲ WH Treg NIV ] + ὅλον RP
5 ἐπὶ WH Treg NIV ] – RP
6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP