Matthew 15:3-6

SBLGNT(i) 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4 ὁ γὰρ θεὸς ⸀εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5 ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 6 ⸀οὐ μὴ ⸀τιμήσει τὸν πατέρα ⸀αὐτοῦ· καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
SBL Greek NT Apparatus

4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
6 οὐ WH Treg NIV ] καὶ οὐ RP • τιμήσει WH Treg NIV ] τιμήσῃ RP • αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP • τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP