Mark 2:9-12

SBLGNT(i) 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη ⸂καὶ εὐθὺς⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε⸃ εἴδομεν.
SBL Greek NT Apparatus

9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP • Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP • τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP • ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP • Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP