Mark 1:18-25

SBLGNT(i) 18 καὶ ⸀εὐθὺς ἀφέντες τὰ ⸀δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ ⸀προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ ⸀εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺς τοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν⸃. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ ⸀εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· ⸀Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
SBL Greek NT Apparatus

18 εὐθὺς WH NIV ] εὐθέως RP Treg • δίκτυα WH Treg NIV ] + αὐτῶν RP
19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
20 εὐθὺς WH Treg NIV ] εὐθέως RP
21 εὐθὺς WH NIV ] εὐθέως Treg RP • ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP
23 εὐθὺς WH NIV ] – Treg RP
24 Τί WH Treg NIV ] Ἔα τί RP