Mark 11:13-23

SBLGNT(i) 13 καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει⸃ ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν⸃ σύκων. 14 καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ⸃ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν⸃ ⸀αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸃, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως. 20 Καὶ ⸂παραπορευόμενοι πρωῒ⸃ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23 ⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ⸃.
SBL Greek NT Apparatus

13 ἀπὸ WH Treg NIV ] – RP • τι εὑρήσει WH Treg NIV ] εὑρήσει τι RP • ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NIV ] οὐ γὰρ ἦν καιρὸς RP
14 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NIV ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP
15 εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP • τοὺς WH Treg NIV ] – RP
17 καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP • αὐτοῖς Treg NIV RP ] – WH • πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP
18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP • πᾶς γὰρ WH Treg NIV ] ὅτι πᾶς RP
19 ὅταν WH Treg NIV ] ὅτε RP • ἐξεπορεύοντο WH Treg NIV ] ἐξεπορεύετο RP
20 παραπορευόμενοι πρωῒ WH Treg NIV ] πρωῒ παραπορευόμενοι RP
23 ἀμὴν WH NIV ] + γὰρ Treg RP • πιστεύῃ WH NIV ] πιστεύσῃ Treg RP • ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NIV ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP