Luke 6:13-16

SBLGNT(i) 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ⸀καὶ Ἰάκωβον καὶ Ἰωάννην ⸁καὶ Φίλιππον καὶ Βαρθολομαῖον 15 ⸀καὶ Μαθθαῖον καὶ Θωμᾶν ⸁καὶ ⸀Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν 16 ⸀καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν ⸀Ἰσκαριὼθ ⸀ὃς ἐγένετο προδότης.
SBL Greek NT Apparatus

14 ⸀καὶ WH Treg NIV ] – RP • ⸁καὶ WH Treg NIV ] – RP
15 ⸀καὶ WH Treg NIV ] – RP • ⸁καὶ WH NIV ] – Treg RP • Ἰάκωβον WH Treg NIV ] + τὸν τοῦ RP
16 καὶ WH Treg NIV ] – RP • Ἰσκαριὼθ WH Treg NIV ] Ἰσκαριώτην RP • ὃς WH NIV ] + καὶ Treg RP