Luke 24:36-38

SBLGNT(i) 36 Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸς ἔστη ἐν μέσῳ ⸀αὐτῶν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ⸃ ὑμῶν;
SBL Greek NT Apparatus

36 αὐτὸς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NIV RP
38 τῇ καρδίᾳ WH Treg NIV ] ταῖς καρδίαις RP