Luke 24:2-5

SBLGNT(i) 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 ⸂εἰσελθοῦσαι δὲ⸃ οὐχ εὗρον τὸ ⸀σῶμα. 4 καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ⸂ἐσθῆτι ἀστραπτούσῃ⸃. 5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπα⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
SBL Greek NT Apparatus

3 εἰσελθοῦσαι δὲ WH Treg NIV ] Καὶ εἰσελθοῦσαι RP • σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NIV RP
4 ἀπορεῖσθαι WH Treg NIV ] διαπορεῖσθαι RP • ἐσθῆτι ἀστραπτούσῃ WH Treg NIV ] ἐσθήσεσιν ἀστραπτούσαις RP
5 τὰ πρόσωπα WH Treg NIV ] τὸ πρόσωπον RP