Luke 23:18-25

SBLGNT(i) 18 ⸀Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ⸃. 20 πάλιν ⸀δὲ ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου⸃ αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν. 24 ⸀καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
SBL Greek NT Apparatus

18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP • τὸν WH Treg NIV ] – RP
19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
20 δὲ WH Treg NIV ] οὖν RP •  προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV
21 Σταύρου σταύρου WH Treg NIV ] Σταύρωσον σταύρωσον RP
23 αὐτῶν WH NIV ] + καὶ τῶν ἀρχιερέων Treg RP
24 καὶ WH Treg NIV ] Ὁ δὲ RP
25 εἰς WH Treg NIV ] + τὴν RP