Luke 21:34-36

SBLGNT(i) 34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι⸃ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος⸃ ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε ⸀δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε ἐκφυγεῖν ⸀ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
SBL Greek NT Apparatus

34 ὑμῶν αἱ καρδίαι NIV RP ] αἱ καρδίαι ὑμῶν WH Treg • ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος WH Treg NIV ] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP
35 ἐπεισελεύσεται γὰρ WH Treg NIV ] γὰρ ἐπελεύσεται RP
36 δὲ WH Treg NIV ] οὖν RP • κατισχύσητε WH Treg NIV ] καταξιωθῆτε RP • ταῦτα WH Treg NIV ] – RP