Luke 18:22-25

SBLGNT(i) 22 ἀκούσας ⸀δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸀ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται⸃· 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρήματος βελόνης⸃ εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
SBL Greek NT Apparatus

22 δὲ WH Treg NIV ] + ταῦτα RP • οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NIV; οὐρανῷ RP
23 ἐγενήθη WH Treg NIV ] ἐγένετο RP
24 Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA • εἰς … θεοῦ εἰσπορεύονται WH Treg NIV ] εἰσελεύσονται εἰς … θεοῦ RP
25 τρήματος βελόνης WH Treg NIV ] τρυμαλιᾶς ῥαφίδος RP