Luke 13:6-9

SBLGNT(i) 6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφ’ οὗ⸃ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· 9 κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν.
SBL Greek NT Apparatus

6 πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NIV ] ἐν … αὐτοῦ πεφυτευμένην RP
7 ἀφ᾽ οὗ WH Treg NIV ] – RP • ἔκκοψον WH Treg NIV RP ] + οὖν NA
9 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NIV ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP