John 2:3-10

SBLGNT(i) 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 ⸀καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂Ὅ τι⸃ ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ ⸂λίθιναι ὑδρίαι⸃ ἓξ ⸂κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι⸃, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ⸃ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
SBL Greek NT Apparatus

4 καὶ WH Treg NIV ] – RP
5 Ὅ τι Treg NIV RP ] Ὅτι WH
6 λίθιναι ὑδρίαι WH Treg NIV ] ὑδρίαι λίθιναι RP • κατὰ … Ἰουδαίων κείμεναι WH Treg NIV ] κείμεναι κατὰ … Ἰουδαίων RP
8 οἱ δὲ WH Treg NIV ] Καὶ RP
10 μεθυσθῶσιν WH NIV ] + τότε Treg RP