James 5:16-18

SBLGNT(i) 16 ἐξομολογεῖσθε ⸀οὖν ἀλλήλοις ⸂τὰς ἁμαρτίας⸃ καὶ ⸀εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ⸂ὑετὸν ἔδωκεν⸃ καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
SBL Greek NT Apparatus

16 οὖν WH Treg NIV ] – RP • τὰς ἁμαρτίας WH Treg NIV ] τὰ παραπτώματα RP • εὔχεσθε Treg NIV RP ] προσεύχεσθε WH
18 ὑετὸν ἔδωκεν WH NIV RP ] ἔδωκεν ὑετὸν Treg