SBLGNT(i)
6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8 τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων⸃· ⸀ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
James 3:6-8
SBL Greek NT Apparatus
6 ἀδικίας WH Treg NIV ] + οὕτως RP
8 δαμάσαι δύναται ἀνθρώπων WH Treg NIV ] δύναται ἀνθρώπων δαμάσαι RP • ἀκατάστατον WH Treg NIV ] ἀκατάσχετον RP
6 ἀδικίας WH Treg NIV ] + οὕτως RP
8 δαμάσαι δύναται ἀνθρώπων WH Treg NIV ] δύναται ἀνθρώπων δαμάσαι RP • ἀκατάστατον WH Treg NIV ] ἀκατάσχετον RP