James 3:4-8

SBLGNT(i) 4 ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ⸂ἀνέμων σκληρῶν⸃ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ⸂ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται⸃· 5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ ⸂μεγάλα αὐχεῖ⸃. Ἰδοὺ ⸀ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει· 6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8 τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων⸃· ⸀ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
SBL Greek NT Apparatus

4 ἀνέμων σκληρῶν WH Treg NIV ] σκληρῶν ἀνέμων RP • ἡ … βούλεται WH Treg NIV ] ἂν ἡ … βούληται RP
5 μεγάλα αὐχεῖ WH Treg NIV ] μεγαλαυχεῖ RP • ἡλίκον WH Treg NIV ] ὀλίγον RP
6 ἀδικίας WH Treg NIV ] + οὕτως RP
8 δαμάσαι δύναται ἀνθρώπων WH Treg NIV ] δύναται ἀνθρώπων δαμάσαι RP • ἀκατάστατον WH Treg NIV ] ἀκατάσχετον RP