Hebrews 1:3-5

SBLGNT(i) 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂δι᾽ αὑτοῦ⸃ καθαρισμὸν ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. 5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
SBL Greek NT Apparatus

3 δι᾽ αὑτοῦ Holmes ] αὐτοῦ WH Treg NIV; αὐτοῦ δι᾽ ἑαυτοῦ RP • τῶν ἁμαρτιῶν ποιησάμενος WH Treg NIV ] ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν RP