Hebrews 13:5-6

SBLGNT(i) 5 ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ⸀ἐγκαταλίπω· 6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, ⸀οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
SBL Greek NT Apparatus

5 ἐγκαταλίπω WH Treg NIV ] ἐγκαταλείπω RP
6 οὐ WH ] καὶ οὐ Treg NIV RP