Hebrews 12:25-26

SBLGNT(i) 25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ⸀ἐξέφυγον ⸂ἐπὶ γῆς παραιτησάμενοι τὸν⸃ χρηματίζοντα, ⸀πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ ⸀σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
SBL Greek NT Apparatus

25 ἐξέφυγον WH Treg NIV ] ἔφυγον RP • ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NIV ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP • πολὺ WH Treg NIV ] πολλῷ RP
26 σείσω WH Treg NIV ] σείω RP