Acts 4:5-7

SBLGNT(i) 5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς πρεσβυτέρους καὶ ⸁τοὺς γραμματεῖς ⸀ἐν Ἰερουσαλήμ 6 (καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ), 7 καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
SBL Greek NT Apparatus

5 ⸀τοὺς WH Treg NIV ] – RP • ⸁τοὺς WH Treg NIV ] – RP • ἐν WH Treg NIV ] εἰς RP
6 Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NIV ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP
7 τῷ WH Treg NIV ] – RP