Acts 19:33-34

SBLGNT(i) 33 ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
SBL Greek NT Apparatus

33 συνεβίβασαν WH Treg NIV ] προεβίβασαν RP
34 ὡς Treg NIV RP ] ὡσεὶ WH