2 Thessalonians 2:13-14

SBLGNT(i) 13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ⸀ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, 14 εἰς ⸀ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
SBL Greek NT Apparatus

13 ἀπαρχὴν Holmes WHmarg NA ] ἀπ᾽ ἀρχῆς WH Treg NIV RP
14 ὃ WH Treg RP ] + καὶ NIV