2 Thessalonians 2:10-12

SBLGNT(i) 10 καὶ ἐν πάσῃ ἀπάτῃ ⸀ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· 11 καὶ διὰ τοῦτο ⸀πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσιν ⸀πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες ⸀τῇ ἀδικίᾳ.
SBL Greek NT Apparatus

10 ἀδικίας WH Treg NIV ] τῆς ἀδικίας ἐν RP
11 πέμπει WH Treg NIV ] πέμψει RP
12 πάντες WH Treg NIV ] ἅπαντες RP • τῇ WH Treg NIV ] ἐν τῇ RP