SBLGNT(i)
1 Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν; ⸀ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν; 2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· 3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις. 4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. 5 οὐχ ὅτι ⸂ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν⸃ λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
2 Corinthians 3:1-6
SBL Greek NT Apparatus
1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg • ἢ WH Treg NIV ] Εἰ RP • ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP • αὑτῶν WH Treg NIV ] ἑαυτῶν RP
1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg • ἢ WH Treg NIV ] Εἰ RP • ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP • αὑτῶν WH Treg NIV ] ἑαυτῶν RP