1 Peter 1:18-20

SBLGNT(i) 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ⸀ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
SBL Greek NT Apparatus

20 ἐσχάτου WH Treg NIV] ἐσχάτων RP