1 John 3:1-2

SBLGNT(i) 1 ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, ⸂καὶ ἐσμέν⸃. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ⸀ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν. 2 ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. ⸀οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
SBL Greek NT Apparatus

1 καὶ ἐσμέν WH Treg NIV ] – RP • ἡμᾶς WH Treg NIV ] ὑμᾶς RP
2 οἴδαμεν WH Treg NIV ] + δὲ RP