1 Corinthians 5:1-5

SBLGNT(i) 1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας; 3 Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον 4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ, 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου.
SBL Greek NT Apparatus

1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP • ποιήσας Treg RP ] πράξας WH NIV
3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
4 ⸀Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP • ⸁Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP