2 Maccabees 15:12

LXX_WH(i) 12 ἦν δὲ ἡ τούτου θεωρία τοιάδε ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν ιουδαίων συστήματι