Psalms 35:7-12

Brenton_Greek(i) 7 Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
8 Ἐλθέτω αὐτοῖς παγίς ἣν οὐ γινώσκουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. 9 Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. 10 Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
11 Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. 12 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.