Psalms 23:1-6

Brenton_Greek(i) 1 Ψαλμὸς τῷ Δαυίδ.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. 2 Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. 3 Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4 Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. 5 Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 6 Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.