Proverbs 2:3-5

Brenton_Greek(i) 3 Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, 4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν· 5 τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις.