Numbers 21:28-30

Brenton_Greek(i) 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν, καὶ κατέφαγεν ἕως Μωὰβ, καὶ κατέπιε στήλας Ἀρνῶν. 29 Οὐαί σοι Μωὰβ, ἀπώλου λαὸς Χαμώς· ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμοῤῥαίων Σηὼν, 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών· καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.